Longus 2.33

Post Reply
stephen
Posts: 324
Joined: Wed 19 Jul, 2017 5:17 am

Longus 2.33

Post by stephen » Sun 20 Jan, 2019 6:35 am

Ὁ οὖν Δάφνις καὶ ἡ Χλόη πάσας δεήσεις προσέφερον μεταδοῦναι καὶ αὐτοῖς τῆς τέχνης, συρίσαι τε ἐν ἑορτῇ θεοῦ σύριγγι χαίροντος. Ἐπαγγέλλεται Φιλητᾶς, καίτοι τὸ γῆρας ὡς ἄπνουν μεμψάμενος, καὶ ἔλαβε σύριγγα τὴν τοῦ Δάφνιδος. [2] Ἡ δὲ ἦν μικρὰ πρὸς μεγάλην τέχνην, οἷα ἐν στόματι παιδὸς ἐμπνεομένη. Πέμπει οὖν Τίτυρον ἐπὶ τὴν ἑαυτοῦ σύριγγα, [3] τῆς ἐπαύλεως ἀπεχούσης σταδίους δέκα. Ὁ μὲν οὖν ῥίψας τὸ ἐγκόμβωμα γυμνὸς ὥρμησε τρέχειν, ὥσπερ νεβρός: ὁ δὲ Λάμων ἐπηγγείλατο αὐτοῖς τὸν περὶ τῆς σύριγγος ἀφηγήσεσθαι μῦθον, ὃν αὐτῷ Σικελὸς ωἰπόλος ᾖσεν ἐπὶ μισθῷ τράγῳ καὶ σύριγγι.


[Longus2.33.1
[[1 Ὁ] [D οὖν] [1 Δάφνις καὶ ἡ Χλόη] [2 πάσας δεήσεις] [3 προσέφερον]]
[[1 μεταδοῦναι καὶ αὐτοῖς τῆς τέχνης,]]
[[συρίσαι τε ἐν ἑορτῇ θεοῦ σύριγγι χαίροντος.]]

[[Ἐπαγγέλλεται Φιλητᾶς, καίτοι τὸ γῆρας ὡς ἄπνουν μεμψάμενος,]]
[[καὶ ἔλαβε σύριγγα τὴν τοῦ Δάφνιδος.]]

[Longus2.33.2
[[Ἡ δὲ ἦν μικρὰ πρὸς μεγάλην τέχνην,]]
[[οἷα ἐν στόματι παιδὸς ἐμπνεομένη.]]
[[Πέμπει οὖν Τίτυρον ἐπὶ τὴν ἑαυτοῦ σύριγγα,]]

[Longus2.33.3
[[τῆς ἐπαύλεως ἀπεχούσης σταδίους δέκα.]]
[[Ὁ μὲν οὖν ῥίψας τὸ ἐγκόμβωμα]]
[[γυμνὸς ὥρμησε τρέχειν,]] ὥσπερ νεβρός:]]

[[1 ὁ] [D δὲ] [1 Λάμων] [2 ἐπηγγείλατο] [3 αὐτοῖς]]
[[1 τὸν περὶ τῆς σύριγγος] [2 ἀφηγήσεσθαι] [3 μῦθον,]]
[[ὃν αὐτῷ Σικελὸς ωἰπόλος ᾖσεν ἐπὶ μισθῷ τράγῳ καὶ σύριγγι.]]

Post Reply