Page 1 of 1

Longus 3.7

Posted: Sun 20 Jan, 2019 1:17 am
by stephen
{[Περὶ τράπεζαν] [εἶχον οἱ ἀμφὶ] [τὸν Δρύαντα]}: {[κρέα διῃρεῖτο], [ἄρτοι παρετίθεντο], [κρατὴρ ἐκίρνατο]}. {[[Εἷς δὴ κύων]] [τῶν προβατευτικῶν] {[ἀμέλειαν φυλάξας]}, [2] {[κρέας ἁρπάσας] [ἔφυγε] [διὰ θυρῶν]}. {[Ἀλγήσας ὁ Δρύας]} ῾καὶ γὰρ {[ἦν] [ἐκείνου] [μοῖρἀ]} [ξύλον ἀράμενος] [ἐδίωκε] [κατ̓ ἴχνος] {[ὥσπερ κύων]}: {[διώκων]} δὲ {[κατὰ] [τὸν κιττὸν] [γενόμενος]} {[ὁρᾷ] [τὸν Δάφνιν ἀνατεθειμένον {[ἐπὶ] [τοὺς ὤμους] [τὴν ἄγραν]} καὶ ἀποσοβεῖν ἐγνωκότα. [3] Κρέως μὲν οὖν καὶ κυνὸς αὐτίκα ἐπελάθετο, μέγα δὲ βοήσας ‘χαῖρε, ὦ παῖ’ περιεπλέκετο καὶ κατεφίλει καὶ ἦγεν ἔσω λαβόμενος. Μικροῦ μὲν οὖν ἰδόντες ἀλλήλους {[εἰς] [τὴν γῆν] [κατερρύησαν]}: μεῖναι δὲ καρτερήσαντες ὀρθοὶ προσηγόρευσάν τε καὶ κατεφίλησαν: καὶ τοῦτο οἱονεὶ ἔρεισμα αὐτοῖς τοῦ μὴ πεσεῖν ἐγένετο.