Page 1 of 1

Longus 3.5

Posted: Sat 19 Jan, 2019 6:30 pm
by stephen
{[Πρὸ] [τῆς αὐλῆς] [τοῦ Δρύαντος]}, {[ὑπ̓ αὐτῇ τῇ αὐλῇ], [μυρρίναι μεγάλαι δύο καὶ κιττὸς] [ἐπεφύκει]}: αἱ μυρρίναι πλησίον ἀλλήλων, ὁ κιττὸς ἀμφοτέρων μέσος, ὥστε ἐφ̓ ἑκατέραν διαθεὶς τοὺς ἀκρεμόνας ὡς ἄμπελος ἄντρου σχῆμα διὰ τῶν φύλλων ἐπαλλαττόντων ἐποίει: καὶ ὁ κόρυμβος πολὺς καὶ μέγας ὅσος βότρυς κλημάτων ἐξεκρέματο. [2] Ἦν οὖν πολὺ πλῆθος περὶ αὐτὸν τῶν χειμερινῶν ὀρνίθων ἀπορίᾳ τῆς ἔξω τροφῆς: πολὺς μὲν κόψιχος, πολλὴ δὲ κίχλη, καὶ φάτται καὶ ψᾶρες καὶ ὅσον ἄλλο κιττοφάγον πτερόν. [3] Τούτων τῶν ὀρνίθων ἐπὶ προφάσει θήρας ἐξώρμησεν ὁ Δάφνις, ἐμπλήσας μὲν τὴν πήραν ὀψημάτων μεμελιτωμένων, κομίζων δὲ ἐς πίστιν ἰξὸν καὶ βρόχους. [4] Τὸ μὲν οὖν μεταξὺ σταδίων ἦν οὐ πλέον δέκα: οὔπω δὲ ἡ χιὼν λελυμένη πολὺν αὐτῷ κάματον παρέσχεν: ἔρωτι δὲ ἄρα πάντα βάσιμα καὶ πῦρ καὶ ὕδωρ καὶ Σκυθικὴ χιών.