Longus 3 with vocab helps and grammar needs information

Analysis of Longus' Daphnis and Chloe, marking the dual alternating speech styles and the three parts where applicable.
Post Reply
stephen
Posts: 324
Joined: Wed 19 Jul, 2017 5:17 am

Longus 3 with vocab helps and grammar needs information

Post by stephen » Sun 07 Oct, 2018 3:50 pm

Longus 3.18
[Longus 3.18.1] Οὐκ ἐκαρτέρησεν ὁ Δάφνις ὑφ̓ ἡδονῆς, ἀλλ̓ ἅτε ἄγροικος καὶ αἰπόλος καὶ ἐρῶν καὶ νέος, πρὸ τῶν ποδῶν καταπεσὼν τὴν Λυκαίνιον ἱκέτευεν ὅτι τάχιστα διδάξαι τὴν τέχνην, δἰ ἧς ὃ βούλεται δράσει Χλόην:
καρτερέω - to be steadfast, patient
ἄγροικος - dwelling in the fields
δράω - do, accomplish

[Longus 3.18.2] καὶ ὥσπερ τι μέγα καὶ θεόπεμπτον ἀληθῶς μέλλων διδάσκεσθαι καὶ ἔριφον αὐτῇ σηκίτην δώσειν ἐπηγγείλατο καὶ τυροὺς ἁπαλοὺς πρωτορρύτου γάλακτος καὶ τὴν αἶγα αὐτήν.
θεόπεμπτος - sent by the gods
σηκίτης - kept in the fold, weaned
τυρός - cheese
πρωτόρρυτος - flowing first

[Longus 3.18.3] Εὑροῦσα δὴ ἡ Λυκαίνιον αἰπολικὴν ἀφθονίαν, οἵαν οὐ προσεδόκησεν, ἤρχετο παιδεύειν τὸν Δάφνιν τοῦτον τὸν τρόπον. Ἐκέλευσεν [p. 294] αὐτὸν καθίσαι πλησίον αὐτῆς, ὡς εἶχε, καὶ φιλήματα φιλεῖν οἷα εἰώθει καὶ ὅσα, καὶ φιλοῦντα ἅμα περιβάλλειν καὶ κατακλίνεσθαι χαμαί.
αἰπολικός - of or for goatherds
ἀφθονία - freedom from envy
προσδοκάω - expect
προσδοκέω - to be thought besides
περιβάλλω - throw one's arms around

[Longus 3.18.4] Ὡς δὲ ἐκαθέσθη καὶ ἐφίλησε καὶ κατεκλίνη, μαθοῦσα ἐνεργεῖν δυνάμενον καὶ σφριγῶντα, ἀπὸ μὲν τῆς ἐπὶ πλευρὰν κατακλίσεως ἀνίστησιν, αὑτὴν δὲ ὑποστορέσασα ἐντέχνως ἐς τὴν τέως ζητουμένην ὁδὸν ἦγε. Τὸ δὲ ἐντεῦθεν οὐδὲν περιειργάζετο ξένον: αὐτὴ γὰρ ἡ φύσις λοιπὸν ἐπαίδευσε τὸ πρακτέον.
ἐνεργέω - to be in action
σφριγάω - to be full to bursting, to be plump
ἔντεχνος - within the range or province of art
περιεργάζομαι - take more pains than enough about

stephen
Posts: 324
Joined: Wed 19 Jul, 2017 5:17 am

Re: Longus 3 with vocab helps and grammar needs information

Post by stephen » Sun 07 Oct, 2018 4:29 pm

Longus, 3.19.
[Longus, 3.19.1] Τελεσθείσης δὲ τῆς ἐρωτικῆς παιδαγωγίας ὁ μὲν Δάφνις ἔτι ποιμενικὴν γνώμην ἔχων ὥρμητο τρέχειν ἐπὶ τὴν Χλόην καὶ ὅσα ἐπεπαίδευτο δρᾶν αὐτίκα, καθάπερ δεδοικὼς μὴ βραδύνας ἐπιλάθοιτο: ἡ δὲ Λυκαίνιον κατασχοῦσα αὐτὸν ἔλεξεν ὧδε ‘ἔτι καὶ ταῦτά σε δεῖ μαθεῖν, Δάφνι.
παιδαγωγία - training
ὁρμάω - set in motion, urge on, cheer on
δείδω - to fear
βραδύνω - make slow, delay
ἐπιλανθάνομαι - to forget
κατέχω - detain

[Longus, 3.19.2] Ἐγὼ γυνὴ τυγχάνουσα πέπονθα νῦν οὐδέν: πάλαι γάρ με ταῦτα ἀνὴρ ἄλλος ἐπαίδευσε, μισθὸν τὴν παρθενίαν λαβών: Χλόη δὲ συμπαλαίουσά σοι ταύτην τὴν πάλην καὶ οἰμώξεται καὶ κλαύσεται καὶ αἵματι ῥεύσεται πολλῷ καθάπερ πεφονευμένη.
παλαίω - wrestle
οἰμώζω - wail aloud, lament
φονεύω - murder, kill

[Longus, 3.19.3] Ἀλλὰ σὺ τὸ αἷμα μὴ φοβηθῇς, ἀλλ̓ ἡνίκα ἂν πείσῃς αὐτήν σοι παρασχεῖν, ἄγαγε αὐτὴν εἰς τοῦτο τὸ χωρίον, ἵνα, κἂν βοήσῃ, μηδεὶς ἀκούσῃ, κἂν δακρύσῃ, μηδεὶς ἴδῃ, κἂν αἱμαχθῇ, λούσηται τῇ πηγῇ: καὶ μέμνησο ὅτι σε ἄνδρα ἐγὼ πρὸ Χλόης πεποίηκα.’
ἡνίκα - at the time when
παρέχω - give oneself up, submit oneself
αἱμάσσω - make bloody, stain with blood
μιμνήσκω - remind, put in mind

stephen
Posts: 324
Joined: Wed 19 Jul, 2017 5:17 am

Re: Longus 3 with vocab helps and grammar needs information

Post by stephen » Sun 07 Oct, 2018 4:53 pm

Longus 3.20.
[Longus 3.20.1] Ἡ μὲν οὖν Λυκαίνιον τοσαῦτα ὑποθεμένη κατ̓ ἄλλο μέρος τῆς ὕλης ἀπῆλθεν, ὡς ἔτι ζητοῦσα τὸν χῆνα: ὁ δὲ Δάφνις εἰς λογισμὸν ἄγων τὰ εἰρημένα, τῆς μὲν πρότερον ὁρμῆς ἀπήλλακτο, διοχλεῖν δὲ τῇ Χλόῃ περιττότερον ὤκνει φιλήματος καὶ περιβολῆς, μήτε βοῆσαι θέλων αὐτὴν ὡς πρὸς πολέμιον, μήτε δακρῦσαι ὡς ἀλγοῦσαν, μήτε αἱμαχθῆναι καθάπερ πεφονευμένην:
ὑποτίθημι - (med.) enjoin
ἀπαλλαξείω - wish to be delivered from
εἰς λογισμὸν ἄγω - conduct into reason
διοχλέω - annoy exceedingly, press for something
ὀκνέω - shrink from

[Longus 3.20.2] [p. 295] ἀρτιμαθὴς γὰρ ὢν ἐδεδοίκει τὸ αἷμα καὶ ἐνόμιζεν ὅτι ἄρα ἐκ μόνου τραύματος αἷμα γίνεται. Γνοὺς δὲ τὰ συνήθη τέρπεσθαι μετ̓ αὐτῆς ἐξέβη τῆς ὕλης: καὶ ἐλθὼν ἵνα ἐκάθητο στεφανίσκον ἴων πλέκουσα, τόν τε χῆνα τῶν τοῦ ἀετοῦ ὀνύχων ἐψεύσατο ἐξαρπάσαι καὶ περιφὺς ἐφίλησεν, οἷον ἐν τῇ τέρψει Λυκαίνιον:
ἀρτιμαθής - having just learnt
τὰ συνήθη - habitual, customary, usual
τέρπω - delight, gladden, cheer
ἴον - violet

[Longus 3.20.3] τοῦτο γὰρ ἐξῆν ὡς ἀκίνδυνον: ἡ δὲ τὸν στέφανον ἐφήρμοσεν αὐτοῦ τῇ κεφαλῇ καὶ τὴν κόμην ἐφίλησεν ὡς τῶν ἴων κρείττονα. Κἀκ τῆς πήρας προκομίσασα παλάθης μοῖραν καὶ ἄρτους τινὰς ἔδωκε φαγεῖν: καὶ ἐσθίοντος ἀπὸ τοῦ στόματος ἥρπαζε καὶ οὕτως ἤσθιεν ὥσπερ νεοττὸς ὄρνιθος.

Post Reply